TLG 3158 001 :: THEODORUS :: Epistulae

THEODORUS Epist., Metropolita
(Cyzicenus: A.D. 10)

Epistulae

Source: Darrouzès, J. (ed.), Épistoliers byzantins du xe siècle [Archives de l’orient chrétien 6] Paris: Institut Français d’Études Byzantines, 1960: 317–341.

  • Epistulae Theodori ad Constantinum: pp. 319, 321, 322–323, 324–327, 328, 329–330, 331–332
  • Epistulae Constantini ad Theodorum: pp. 317–318, 320, 321–322, 323–324, 327, 328–329, 330–331, 332
  • Epistulae Theodori ad alios: pp. 333–341

Citation: Epistle — (line)

t

Ἕτεραι ἐπιστολαὶ Κωνσταντίνου βασιλέως καὶ Θεοδώρου Κυζίκου μητροπολίτου

1

Ὥσπερ οἱ ἀποροῦντες τῶν ἀναγκαίων καὶ τῶν εἰς χρείαν ἐπιτηδείων σπανίζοντες προσαιτεῖς ἐκείνων εἰσίν, οἷς δαψιλὴς ἡ τράπεζα ποικίλων ὄψων καὶ χρυσὸς εὐπορεῖται πολὺς καὶ λίθων διάρκεια, καὶ ὁ κακὸς τῶν οὐ κτωμένων πλοῦτον καλῶς, οὕτω καὶ ἡμεῖς ἐκ τῆς πρώτης ἡλικίας πολλὰ
5λιμώξαντες εὐθὺς τῆς λογικῆς τῶν ἀναγκαίων τροφῆς καὶ οὐδ’ ἐπ’ ὀλίγον σχεδὸν συγχωρηθέντες ἐκμυζῆσαι τῆς τοῦ λογικοῦ γάλακτος θηλῆς, ἀλλὰ καὶ ἔτι λοιπὸν τῇ ἀγροικίᾳ καὶ ἀμαθίᾳ συναυξόμενοι καὶ παρὰ βραχὺ συγγηράσαντες, ἐπιδεεῖς τῶν λογιωτέρων ἐσμὲν καὶ παρ’ ἐκείνων τὰ λογικὰ ἡμῶν προσγίνεσθαι ἐξαιτοῦμεν ἐπιτήδεια. Πλὴν ἔτι τὸ γῆρας τῆς
10ἀσθενείας μὴ δυνηθέντες ἐκδύσασθαι, ὀκνηρότεροι πρὸς τὸ ἐπιστέλλειν τοῖς φιλτάτοις ἐσμέν, μάλιστα τοῖς λογιωτέροις καὶ εἰς ἄκρον πεπαιδευμέ‐ νοις· καὶ γὰρ διὰ τὰ ἐπισυμβάντα ἡμῖν σχέτλια, ἃ μηδὲ λέγειν δυνάμεθα, τέως τὸ βαρβαρίζειν καὶ σολοικίζειν ῥᾳδίως ἐμάθομεν, τοιούτων οἴμοι δυστυχήσαντες τῶν διδασκάλων τε καὶ καθηγητῶν.
15Σὲ τοίνυν παρὰ Θεοῦ πλουτήσαντες ἔχειν, πρῶτον μὲν φίλον πιστὸν καὶ οἰκεῖον καὶ φίλων τὸν φιλαίτατον καὶ λογιώτατον, δεύτερον δὲ καὶ συνέσει τῶν πολλῶν διαφέροντα καὶ παιδείαν παντοίαν πεπαιδευμένον, τήν τε ἡμετέραν καὶ τὴν ἔξω, ἐξ ὧν λαμπρότερος ἐδείχθης παρὰ τοῖς πολλοῖς καὶ ἐρασμιώτερος, ὡς καὶ υἱὸς φωτὸς ὑπάρχων καὶ Θεοῦ ἄνθρωπος καὶ317
20ἐγγίζων Θεῷ καὶ «ἐπιθυμιῶν ἀνὴρ» τῶν κρειττόνων, διὰ τοῦτο τοὺς πολλοὺς παριδών, μᾶλλον δὲ πάντας ὁμοῦ παρωσάμενος, τούς τε ὑπὸ τῶν πολλῶν λαλουμένους καὶ ὑπὸ τῶν ἀσόφων σοφοὺς νομιζομένους, καὶ σὲ μόνον λογισάμενος εἶναι καὶ σοφὸν καὶ φίλον καὶ ἐπιτήδειον ἐν πᾶσιν ὑπὸ σοῦ καὶ τὴν δημηγορίαν μοι σχεδιασθῆναι προέκρινα, ἵν’ εἴη τὰ τῶν φίλων
25τῷ ὄντι κοινά· καὶ εἰς καλόν μου ἤδη προέβη τὸ καλῶς μοι βουλευθὲν καὶ σοφῶς ἐναρχθὲν καὶ ἀπαρτισθέν. Ἔρρωσο τοίνυν καὶ μέμνησο τοῦ σοῦ Κωνσταντίνου καὶ μὴ ἐπιλήσῃ τοῦ ὑπὸ πολλῶν πολλάκις ἐπιλησθέντος καὶ ὑπὸ τῶν οἰκείων, εἰπεῖν οἰκειότε‐ ρον, ἀγνοηθέντος. Ἡμεῖς γὰρ τῷ περὶ σὲ φίλτρῳ ἐκκαυθέντες μᾶλλον
30δὲ καὶ νῦν ἔτι καιόμενοι, τὴν συναυλίαν ἐπιζητοῦμεν καὶ τὴν αὐτοψεὶ προσ‐ λαλιὰν οἱονεί τινα δρόσον πρωϊνὴν ἐφιέμεθα, ἀποτυγχάνοντες δὲ κἂν κατ’ ὄναρ εὐχώμεθά σε τὸν ποθούμενον θεωρεῖν. Σύγγνωθι τοίνυν περὶ τῆς ἀμουσίας ἡμῶν καί, εἴ τι σόλοικον ἢ βάρβαρον ἔγκειται τῇ ἡμετέρᾳ γραφῇ, μὴ ἡμᾶς αἰτιάσῃ, ἀλλὰ τὸν αἴτιον καὶ τούτου
35καὶ τῶν ἄλλων τρόπων κακῶν. Ὁ γὰρ παρὼν οὗτος καιρός, τῶν σοφῶν ἐνδεὴς τυγχάνων καὶ τῷ τῆς ἀμαθίας γνόφῳ οἱονεὶ καλυπτόμενος, ἔδειξε καὶ ἡμᾶς τε ἀγροίκους τῷ ὄντι καὶ ἀναλφαβήτους. Τῇ δὲ ἑορτῇ σου ἐπείπερ πάρεστι ἁρμόδιον εὐτρεπίσαι τὸν ἀνθοσμίαν οἶνον, μὴ παραιτήσῃ καὶ τὰς ἐκ σεμιδάλεως πυροῦ τοῦ ἀρίστου λεπτοτάτους κρικέλλους· ταῦτα γὰρ ὡς
40τῶν ἄλλων σμικρότατα παρὰ σοῦ ἡμῖν εὐτρεπισθῆναι ἐξῃτησάμεθα, τὰς παχείας καὶ ἀνθηρὰς προσφοράς σοι παραχωρήσαντες, ἐπεί σε φάγον ὄντα γνωρίζομεν οὐκ ἄρτου φθειρομένου, ἀλλὰ γραμμάτων καὶ βιβλίων λαλου‐
μένων καὶ ἀεὶ μενόντων.318

2

(t)

Θεόδωρος τῷ αὐτοκράτορι Κωνσταντίνῳ
1Οὐχ οὕτω τις ἅπαντα κτησάμενος τῶν ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆς πραγμά‐ των, εἴπερ οἷόν τε ἦν, οὐδ’ οὕτω μαργαρίτων τε καὶ σμαράγδων θησαυρὸν εὑρηκώς, οὐδ’ οὕτω ἂν πάσας τὰς παρ’ ἀνθρώποις τιμὰς ἐκ κοινῆς ψήφου δεξάμενος, ηὐφράνθη ἄν, ὅσον ηὐφράνθην ἐγὼ τὰς τοὺς μακρᾶς καὶ γλυκείας
5καὶ τῷ ὄντι βασιλείου καὶ αὐτοκράτορος ψυχῆς σοῦ εὐγενεῖς ἀγγέλους δεξάμενος. Ὅθεν γέγηθα καὶ χαίρω καὶ τέρπομαι καὶ ἐνδοξάζω καὶ εὐχαρισ‐ τῶ, ὅτι καὶ ἐμὲ τὸν ἐλάχιστον καὶ τὸν ξένον ἄξιον ἐποίησεν ἀποδοχῆς τοιούτου ἀνδρός, ὃς ἐκ θείας βουλῆς γεννηθεὶς καὶ αὐξηθεὶς καὶ «εἰς τέλειον μέτρον τῆς κατὰ Θεὸν ἡλικίας ἀναδραμὼν» καὶ ὑπ’ αὐτοῦ πλουτήσας τὴν
10ἀνωτάτην καὶ ἀκροτάτην σοφίαν καὶ φρόνησιν καὶ παντοίαν ἄλλην ἀρετὴν καὶ κατάστασιν ὑπ’ αὐτοῦ φρουρεῖται καὶ περιέπεται, ἐν καιρῷ εὐθέτῳ φυλαττόμενος τῇ κληρονομίᾳ αὐτοῦ· ὅντινα καιρὸν μὴ ἐπὶ πολὺ χρονίσαι παραχωρήσεις, Δέσποτα Κύριε καὶ Θεέ, εἴ γέ σου τὸν κόσμον βούλει κόσμον εἶναι καὶ μὴ πάντη διαπεσεῖν καὶ ῥυῆναι τὸ πλάσμα σου.
15Ἔχεις οὖν με, παμπόθητε τῷ ὄντι καὶ παντέραστε δέσποτα, δοῦλον ὀρθὸν καὶ βέβαιον καὶ πιστόν, Θεοῦ συνευδοκοῦντος καὶ ἐπαμύνοντος, ἐν μὲν τοῖς ἄλλοις πᾶσιν, οὓς εἶπας, πάντων ἐλάττονα καὶ μικρότερον καὶ μηδενὸς τῶν τυχόντων ἐν μηδενὶ διαφέροντα, ἐν εὐνοίᾳ δὲ καὶ πίστει, θαρρῶν ἐν Κυρίῳ λέγω, πὼς τὸν πρῶτον καὶ ἀσφαλέστατον. Εἰ οὖν ἐπιλήσωμαι τῆς
20ἐν τῇ παρούσῃ γραφῇ τοῦ μὴ ἐπιλανθάνεσθαί σε παρακλήσεως καὶ οὐ μέχρι τέλους σπουδάσω ταύτην διαφυλάξαι, «ἐπιλησθείη μου ἡ δεξιὰ καὶ κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου» καὶ μηδ’ ἄλλο τι λαμπρὸν κτήσωμαι ἢ ῥίψαιμι κεκτημένος. Χαίρω οὖν τῇ ἑορτῇ, ἑορτὴν τῇ ἀληθείᾳ λογιζόμενος, εἴ σε ἀξιωθῶ ἐν
25ταύτῃ κἂν ἀμυδρῶς καὶ ὡς ἐν παραπετάσματι κατιδεῖν· εἰ δὲ τοῦτο μὴ τύχοιμι, ἀνέορτος ἡ ἑορτὴ καὶ ἀνέραστος καὶ ἀκαλλὴς καὶ κατηφὴς καὶ γυμνάζουσα καὶ λύπης μᾶλλον ἐμοὶ ἡ εὐφροσύνης παραίτιος. Ἓν δὲ ἔτι ποθῶ μαθεῖν· οὐκ ἀποκρύψομαι πρὸς δεσπότην οὕτω φιλάνθρωπον καὶ χρηστὸν τὴν ἐρώτησιν. Τὰ γράμματα ἀγνοῶ, εἴτε αὐτῆς τῆς τιμιωτάτης
30μοι καὶ φιλτάτης χειρὸς τυγχάνει σύμβολα καὶ οὐχ ἡ γλῶττα μόνον, ἀλλὰ καὶ ἡ χεὶρ πρὸς τὸν ἐλάχιστον ἐμὲ διηκομένη, εἴτε τῆς γλώττης μόνης τὸ ἔργον καὶ ἡ χεὶρ οὐ συνήργησε. Τοῦτό με ζητοῦντα μαθεῖν μὴ ἀπαξιώσῃς διδάξαι, ὦ δέσποτα φωσφόρε καὶ θαυμαστωμένε ἥλιε· θέλω γὰρ μὴ τοὺς λόγους μόνον κρύπτειν ἐν τῇ ψυχῇ, ἀλλὰ καὶ τὰ γράμματα κατασπάζεσθαι
35ἀντὶ χειρῶν, εἴ γε τούτων τυγχάνει χαράγματα.319

3

(t)

Κωνσταντῖνος
1Οὐκ εἴσιν ἐμὰ τὰ γράμματα, μὰ τὴν σὴν ἀρετήν, ἀλλά τι σμικρὸν παπαδύλιον καὶ εὐτελὲς πρὸς τὴν τοιαύτην γραφὴν διηκόνησεν· ἡ δὲ ἀπαγόρευσις, εἰ καὶ ἡμεῖς ἀρνησόμεθα, ἀλλὰ δήλη τυγχάνει τοῖς τὸν ἡμέτερον χαρακτῆρα γινώσκουσι· καὶ γὰρ τὸ σαθρὸν τοῦ ἡμετέρου νοὸς καὶ τὸ
5βάρβαρον καὶ σόλοικον τῆς ἡμετέρας ἀμουσίας οὐ τοῖς πολλοῖς ἄγνωστον καὶ κεκρυμμένον ἐστί, ἀλλὰ δῆλον καὶ προφανές, κἂν ἡμεῖς ἀπαρνώμεθα. Τὰς δὲ γλυκείας ὄντως καὶ μελιρρύτους ὀπώρας δεξάμενοι καὶ τὸν ἀνθοσμίαν οἶνον, τὸ ὑπὲρ τὸ πάλαι λαλούμενον νέκταρ, ἀπεγευσάμεθα μὲν οἱονεὶ τῶν σῶν γλυκερῶν χειλέων σμικρόν τινα ἀσπασμὸν εἰσδεξάμενοι, ἐπὶ πλέον
10δὲ τούτου ἐμφορηθέντες καὶ οἱονεί, κατὰ τὸ γεγραμμένον, εὐφρανθέντες, τὸ θλίβον καὶ τρύχον τὴν ἡμετέραν καρδίαν ἐγγὺς τῆς κύλικος ἐπιφυόμενον εὕρωμεν ὥσπερ, ὡς οἶμαι, τῷ ῥόδῳ πως ἀναφύεται καὶ ἡ ἄκανθα. Νόμος γὰρ οὗτος ἔρωτος καὶ φιλίας ἀνοθεύτου καὶ ἀληθοῦς καὶ γλυκείας καὶ ἐρασμίας. Τί γὰρ ἀκάνθης ἢ ῥομφαίας διστόμου πληκτικώτερον, εἰ μὴ
15στέρησις ἐρωμένου καὶ φίλου ἀποικία καὶ ἀπουσία καὶ τοιούτου οὕτω πιστοῦ καὶ φιλοσόφου καὶ κατὰ πάντα ἤδη τὸ πρωτεῖον ἔχοντος; Μανικὸς γὰρ ὄντως ἐραστὴς τυγχάνων πρὸς τοὺς ἐμὲ οὕτω φιλοῦντας—μαίνομαι γάρ, ἀλλὰ σωφρόνως· οἶδε γὰρ φιλία πάντα καινοτομεῖν—σοὶ δὲ τὰ πλείονα παραχωροῦμεν ὡς εἰδότες οὕτω πρὸς ἡμᾶς καὶ διακείμενον καὶ διακεισόμενον.
20Ἐμὲ δὲ καὶ πολλὰ καὶ πολλάκις οἱ ὄνειροι καὶ ταράσσουσι καὶ εὐφραίνουσι καὶ ὡσπερεὶ τὸν φίλτατον ἐν χερσὶ διδόασι καὶ προσομιλεῖν πλανῶσι καὶ καταφιλεῖν ἀπατῶσι. Τὸ δὲ ὕπαρ πολλὰ καταρῶμαι καὶ ζημίας πρόξενον ἡγοῦμαι· οὐ γὰρ καθ’ ὕπνους ἀπολαύω καὶ ποσῶς τῆς ἐφέσεως ἐμφοροῦμαι καὶ ἀφυπνισμένον μάταιος τῆς τοιαύτης ἡδονῆς εὑρίσκομαι καὶ εὔχομαι
25Κυρίῳ τῷ Θεῷ μου δοῦναι καιρὸν φιλῆσαι τὸν φιλούμενον καὶ ποθῆσαι τὸν ποθούμενον καὶ δακεῖν, οὐχὶ πληκτικῶς, ἀλλὰ φιλικῶς· δάκνουσι γὰρ καὶ οἱ φιλοῦντες, οὐχ ἵνα πλήξωσι, ἀλλ’ ἵνα πλέον ποθήσωσιν· εὔχου τοίνυν
τὸν καιρὸν ἐλθεῖν ἵνα τῆς ἐφέσεως ἀπολαύσωμεν.320

4

(t)

Θεόδωρος
1Τὴν ἐκ τῆς ἀπουσίας ἡμῶν χθεσινὴν κατήφειαν ἡ σήμερον ἐλθοῦσά μοι τιμία καὶ πάνσοφος καὶ φρωνιμωτάτη γραφὴ διεσκέδασε καὶ πρὸς εὐθυμίαν μετήμειψε καὶ τὴν ἐν τῇ καρδίᾳ μου φλόγα τοῦ πόθου τῆς βασιλείου ὑμῶν στεφηφόρου καὶ θείας κεφαλῆς ἐπὶ πλεῖον ἀνῆψέ τε καὶ ἐξέκαυσε καὶ
5ἤδη μου φλέγεται ἡ ψυχὴ ἐπιθυμοῦσα καὶ ζητοῦσα τὰ ἐλπιζόμενα· οἱ δὲ ἐκ τῆς γλυκοστόμου καὶ μελιρρύτου σου πηγῆς, τοῦ σωφρονοῦντος καὶ παγχρύ‐ σου σου στόματος, ἐπιδαψιλευόμενοί μοι κρουνοὶ οὐ μόνον σβεννύουσι τὴν φλόγα, ἀλλὰ καὶ προσανάπτουσιν. Ὅθεν καὶ μεθ’ ἡμέραν φαντάζομαι τὸν ποθούμενον, τὸν χρυσαυγῆ μοι καὶ ὑπέρλαμπρον, καὶ νύκτωρ δεξιός μοι
10παρέστηκας ὄνειρος καὶ σὲ βλέπω μετὰ [.... αίου?] καὶ μετὰ θαύματος ἀγαπωμένου ἀεὶ βλοσυροῦ καὶ βασιλικοῦ μειδιάματος· καί ποτέ σε κατὰ τοὺς ὕπνους προετρεψάμην ταχύτερον θεῖν, ἵνα μή τις προφθάσῃ σε καὶ ἀποκλείσῃ σοι τὰ βασίλεια καὶ αὐτὸς συμπροεθυμούμην μὴ ἀπολείπεσθαι, ἀλλὰ τῆς ὀξύτητος τοῦ ἡμετέρου ἵππου παντ’ ἀφείλετο δεύτερα. Ἀλλὰ
15ταῦτα μὲν τῆς ἀληθινῆς εὐφροσύνης ἀπολειπόμενα, ὅσον εὐφραίνειν κατὰ τὴν φαντασίαν δοκεῖ, τοσοῦτον ἀνιᾷ κατὰ τὴν ἀλήθειαν. Ἡμᾶς δὲ εἴη τῆς ἀληθοῦς ἐμφορηθῆναι συνουσίας καὶ ὁμιλίας σου, ὦ Θεὲ καὶ Κύριε, ὁ πάντα μετασκευάζων ἐπὶ τὸ βέλτιον. Τῶν δὲ χοιρίνων ὀπωρῶν, οὐδὲν ἐχουσῶν λαμπρὸν ἢ μόνην τὴν προαίρεσιν, πολλαπλασίαν ἐδεξάμην τὴν ἀμοιβὴν
20τοὺς ὡραίους σου λόγους καὶ γλυκερούς, οἵπερ ἐν τῷ δάκνειν ἐρωτικῶς καὶ στρέφειν μου τὴν ψυχὴν πλέον εὐωδιάζουσιν, ἤπερ ὁ ἐπαινεθεὶς ἀνθοσμίας οἶδεν εὐφραίνειν καρδίαν ἀνθρώπων, ἢ καὶ τὸ νέκταρ αὐτό, ᾧπερ οἱ μάκαρες ἐμεθύσκοντο.

5

(t)

Κωνσταντῖνος
1Ἐπαινῶ σου τὴν περὶ ἐμὲ οὕτω διάπυρον ἀγάπην καὶ τὸ τῆς προθέσεως ἐπιτεταμένον καὶ τὸ λίαν θερμὸν καὶ εὐπρόθυμον ἐπὶ τῇ ἡμετέρᾳ ἄγαμαι ἀξιώσει, ὅπως ἀεὶ προσεγγίσαι ποθεῖς καὶ προσφθέγξασθαι καὶ φωνὴν ἀκοῦσαι καὶ πλησίον στῆναι καὶ τῇ χειρὶ δεξιώσασθαι. Οὐχ οὕτω γὰρ
5φλέβα χρυσοῦ μεταλλουργοῖς ἀνιχνεύουσιν εὑρεῖν ἀναγκαῖον, ἢ τοὺς διαυγεῖς τῶν λίθων καὶ ἐντίμους οἱ λιθολόγοι καὶ οἱ τοὺς λευκοὺς συλλέγοντες
μαργαρίτας, ὡς ὁ ἐμὸς οὗτος ὑπέργλυκυς Θεόδωρος πρὸς τὸ ἀεὶ συνεῖναι ἐμοὶ τῷ ποθουμένῳ καὶ διαπύρως ἔχεις καὶ ἐφετῶς ὑπὲρ παντοίας ὕλης εὔχροιαν καὶ τῶν τῇδε νομιζομένων τῷ βίῳ ἀναγκαίων· διὰ τοῦτο καὶ321
10βραχυτάτης ἐπιστολῆς ὀρέγῃ καὶ μικρᾶς ὁμιλίας ἐπιθυμεῖς καὶ ἐν ὀνείρῳ πολλάκις εἶδες τὸν ποθούμενον. Τούτοις τοῖς ἴσοις μέτροις καὶ ἡμεῖς ὁμολογοῦμεν φιλεῖν τὸν οὕτως ἡμᾶς πεφιληκότα. Ἀλλὰ τί μὲν διέκοψε καὶ μέχρι τοῦ δεῦρο διακόπτει φθόνος, ὁ πικρὸς τύραννος καὶ τῶν φιλούντων διασπαστὴς καὶ ἐχθρὸς ἄσπονδος; Ταῦτα δὲ
15κατελυμήνατο μονιὸς ἄγριος καὶ Σκυθῶν ἔφοδος. Τὸ δὲ μὴ συχνῶς ἐπιστέλλειν οὐκ ἄλλο τι τὸ κωλύον ἡμᾶς ἢ ἡ συγγηράσασα ἡμῖν ἀπαιδευσία καὶ ἀμουσία· ἀναλφάβητοι γὰρ τῷ ὄντι ἡμεῖς καὶ μουσικοῦ κρατῆρος παντάπασιν ἄγευστοι, διὰ τὰς σειρὰς τῆς ἀγροικίας καὶ ἀμαθίας οἱονεὶ περισφιγγόμενοι, ὀκνηρότεροί πως πρὸς τὸ γράφειν καθιστάμεθα καὶ
20μάλιστα πρὸς οὕτω λόγιον ἄνδρα σόλοικα καὶ ἐπιλήψιμα καὶ βάρβαρα ἐπιστέλλειν. Τὸ δὲ διάκλυσμα ἀπελάβομεν μένειν, οὐκ ἀπελαύσαμεν δὲ τῆς συνήθους γλυκύτητος διὰ τὸ μὴ ἀπὸ τῆς φιλτάτης χειρὸς τὴν κύλικα προ‐ σάγεσθαι, μηδὲ τὸν ὀφθαλμὸν ἑστιᾶσθαι τῇ ποθουμένῃ θέᾳ ἐνατενίζοντα· «ὡς γλυκέα δέ, φησί, τὰ λόγιά σου τῷ λάρυγγί μου», ὑπὲρ τὸ πάλαι
25νέκταρ λελόγισται.

6

(t)

Θεόδωρος
1Εἰ τὰ λόγια τὰ ἐμὰ τὰ ῥυπῶντα καὶ μικρὰ ὑπὲρ μέλι λογίζονται τῷ φιλουμένῳ δεσπότῃ μου, ἐμοὶ πῶς εἰκὸς λογίζεσθαι τὰ τῆς δεσποτικῆς καὶ ποθουμένης ψυχῆς ὑπὲρ τὴν μυθικὴν μακαρίαν, ὑπὲρ τὴν ἀθανασίαν αὐτήν, ὑπὲρ τὴν τῶν ἀγγέλων, ἥτις ποτέ ἐστιν ἐκείνη, τροφήν· ἃ ταῖς χερσὶ
5συνεχῶς ἀνελίττων καὶ τοῖς ὀφθαλμοῖς ἐπιτρέχων καὶ ἐν τῷ κόλπῳ φρουρῶν οὐδὲν τἄλλα πρὸς ταῦτα λογίζομαι, οὐ Μίδου χρυσόν, οὐ Κροίσου θησαυρόν, οὐ Τάλω τάλαντα, οὐ Πηλέως μάχαιραν, οὐκ Ἴριδος τάχος, οὐ τοῦ Λαοδά‐ μαντος ῥώμην, οὐ Γύγου σφενδόνην, οὐ κήπους Μηδικούς, οὐ Νησαίου
ἵππους, οὐκ ἄλλο τῶν παρ’ ἀνθρώποις νομισθέντων τιμίων οὐδέν· ἓν μόνον322
10μοι πλέον ἐρᾶται, ἡ ἀληθὴς τούτων καὶ ἄμεσος ἀπόλαυσις, ἡ αὐτοπρόσωπος ὁμιλία, ἡ καθαρὰ τῶν ἐφετῶν μετοχή, ἡ κοσμικὴ ἑορτή, ἣν ὠμός τις καὶ βάσκανος κωλύει δαίμων. Ἀλλὰ μὴ ἐπὶ πολὺ κατισχύσῃ, φιλάνθρωπε καὶ ἀγαθοδότα Θεέ. Ἐμὲ δὲ τῶν δεσποτικῶν λόγων καὶ τὰ δῶρα τιμᾷ, φαιδροτέραν μοι καὶ
15δαψιλεστέραν τὴν τοῦ ὁμωνύμου δεικνύντα ἑορτήν, ὡς διττῆς τυγχάνοντα φύσεως, οὕτω περὶ αὐτῶν φοιβάσασθαι δέδωκε. Τοὺς μὲν ἰχθύας εἰκόνα τῶν ἐμῶν ἔδοξα φέρειν λόγων δύσηχα καὶ ἀμαυρά, διὰ τὸ ἐν τῷ θολερῷ τούτῳ τενάγει ἰλυσπώμενον καὶ πόρρω τῶν δεσποτικῶν πλανώμενον ἀκτίνων καὶ τῶν βασιλικῶν ἀποπίπτειν ὑψηλῶν ἐννοιῶν, τὰ δὲ ἔξω που τοῦ στύρακος
20τρύφη τὸ εὐῶδες εἰκονίζειν τῶν μελιρρύτων ὑμῶν βασιλείων λόγων, ὧν τῆς εὐωδίας καὶ ὁ κοινωνῶν μοι τοῦ περὶ σὲ φίλτρου μετασχών, «ὀπίσω τοῦ μύρου σου δραμεῖν» ἐπεθύμησεν καὶ ἐπηύξατο. Καὶ εἴη Χριστὸς ὁ Θεὸς ἔφορος καὶ βεβαιωτὴς τῆς ἀληθοῦς φιλίας, διδοὺς ἡμῖν ἰδεῖν τὴν κοσμικὴν ἀγαλλίασιν, τὴν ἐπιφάνειαν καὶ ἐπιτυχίαν τῶν ἐλπιζομένων ἡμῖν καὶ ποθου‐
25μένων ἐγγύτερον ἢ ὅτε ἐπιστεύσαμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ἀμήν.

7

(t)

Κωνσταντῖνος
1Εἰ οὕτω τῇ περὶ ἡμᾶς δέδεσαι τῆς ἀγάπης χρυσῇ σειρᾷ καὶ τοὺς ἐμοὺς ποθεῖς ἀμούσους καὶ ἀηδεῖς καὶ σολοίκων πληρεῖς λόγους, πάλιν διὰ τῆς παρούσης γραφῆς προσφθεγγόμεθα ἡδεῖ καὶ γλυκυτάτῳ φίλῳ, τρέμομεν καὶ ὠχριῶμεν, ὡς οἶδεν αὐτὸς ὁ Θεός, πρὸς τὴν σὴν θεοφίλειαν ἐπιστέλ‐
5λοντες· σοφὸν γάρ σε οὕτω γινώσκοντες καὶ σοφῶν ἐπέκεινα καὶ τὴν ἡμετέραν ἀγροικίαν ἀκριβῶς ἐπιστάμενοι, ὀκνηρότεροι καὶ πρὸς τὰς
καθημερινὰς γινόμεθα γραφάς. Καὶ γὰρ τοῖς βαρβάροις καὶ βαρβάρων ἀγριωτέροις καὶ Σκυθῶν ἀμουσοτέροις συμμένοντες καὶ τῶν ἄλλων ἀεὶ κοινωνοῦντες καὶ συνεσθίοντες, τάχα εἰς τὴν ὀνώδη μεταθῶμεν, ὡς ὁρᾷς,323
10φύσιν, ὀγκᾶσθαι μᾶλλον μαθόντες ἤ τι τῶν ἐπαινουμένων φθέγγεσθαι· καὶ οὐ δίκαιον μεμπτέους εἶναι παρὰ τῆς σῆς φιλτάτης καὶ ἁγίας ψυχῆς τοιούτῳ νοσήματι ἄκοντι περιπεσόντας ἡμᾶς ἐπιστάμενος, ἀλλὰ συγγνώμην δός, τὴν αἰτίαν μαθὼν τῆς περὶ τῶν ἐπιστολῶν μὴ πυκνοτέρας ἀποστολῆς. Ἤθελον δὲ τῆς αὐτοψεὶ ὁμιλίας ἀξιωθῆναι, ἵνα τὰ κρύφια τῆς ἐμῆς
15καρδίας, τὰ θλίβοντα ταύτην καὶ κατατρύχοντα, ἀναγγείλω τῷ ταύτην δυναμένῳ διὰ τῶν σοφωτάτων καὶ ἀλεξιτηρίων φαρμάκων ὑγιῶσαι καὶ βελτίονα ἀπεργάσασθαι· οἱ γὰρ ἡμῶν δοκοῦντες εἶναι «φίλοι καὶ πλησίον ἐξ ἐναντίον μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν». Τὸν δὲ κοινωνοῦντά σοι καὶ τῆς στέγης καὶ τοῦ πρὸς ἐμὲ φίλτρου
20ὡς ἐξ ἡμῶν προσαγόρευσον· οὕτω γὰρ τὰς ὀλυμπιακὰς ἐδοξάμην θρίδακας ὑπὲρ τοὺς τῶν Ἰνδῶν λυχνίτας καὶ σμαράγδους· εἰ δὲ δι’ ἐπιστολῆς ἡμᾶς οὗτος δεξιώσεται, τάχα ἂν τῶν αὐτοῦ σπερμάτων τοὺς καρποὺς φάγεται· ὅμως ἔρρωσο καὶ αὐτός· τοῦτο γὰρ φίλον ἐμοί.

8

(t)

Θεόδωρος
1Χαρὰ καὶ λύπη ἐμερίσατό μου τὴν ψυχήν, γλυκύτατε δέσποτα, διεξιόντος τὰ γράμματα· ἔχαιρον γὰρ ὅτι τῆς παρὰ σοὶ γνώσεως καὶ προσαγορεύσεως ἄξιόν με ἐποίησεν ὁ Θεός, ἤλγουν δέ, τὴν καρδίαν ἐτιτρωσκόμην ὅτι τὸ γνήσιον τῆς ἀγάπης τινὲς τῶν δοκούντων φίλων ἀπώλεσαν καὶ ἐξ ἐναντίων
5ἡμῶν ἔστησαν καὶ ὅτι ἐκ φόβου τινός σοι γράφοντι καθίσταμαι αἴτιος, δεδοικότι τὴν ἐκ τῆς μακρᾶς συνδιαιτήσεως οἷον ἀποβαρβάρωσιν. Ἀλλ’
ἐμοὶ κατὰ τοῦτο μᾶλλον τὰ σὰ θαυμάζεται, θαυμαστὲ δέσποτα. Καὶ οὐ γὰρ ἀπατᾷ με τὸ φίλτρον· οἶδα σαφῶς ὅτι, εἰ καὶ τῷ ἀνθρωποκτόνῳ φθόνῳ καὶ τῇ βασκάνῳ ἐπηρείᾳ, οἴμοι, δαψιλῶς τοῦ τῶν μουσῶν οὐ κατετρύφησας324
10γάλακτος, ἀλλ’ ὅμως τῇ οὐρανίῳ καὶ θείᾳ δρόσῳ τοῦ ἁγίου Πνεύματος ἀρδευθεῖσά σου ἡ ψυχὴ κρείττω καὶ σοφῶν καὶ νομικῶν καὶ γραμματείων Θεοῦ χάριτι καὶ φθέγγεται καὶ φρονεῖ· καὶ μέσον τῶν ὀγκωμένων ὄνων, μᾶλλον δὲ τῶν ὠρυομένων θηρίων, τῇ θεοσόφῳ καὶ συνέσει καὶ γλώσσῃ καὶ φωνῇ διαλάμπεις αὐτός· διὰ τοῦτο φίλταται καὶ ἀσπασταὶ καὶ οὐ μεμ‐
15πτέαι αἱ προσφωνήσεις σου. Ἐμὲ δὲ πλέον τῶν ἄλλων τὰ παρὰ τῶν κακῶν ὠδυνόμενα τρύχει καὶ δαπανᾷ καὶ ἐκτήκει μου τὴν ψυχὴν ἐν τῷ τὸν ἐπιστάτην καθεύδειν Χριστὸν καὶ τὸν κλύδωνα τῶν μαθητῶν ἐπὶ πλέον ἀγριοῦσθαι καὶ διεγείρεσθαι, οὗ δεόμεθα διαναστῆναι καὶ ἐπιτιμῆσθαι τῇ θαλάσσῃ καὶ καταστορέσαι τὰ
20κύματα. Εἰ δὲ καὶ ἐμοὶ ἐπέτρεψε τρόπῳ τινὶ διὰ τῶν κυμάτων ἐλθεῖν πρὸς σέ, πόσου δοκεῖν ἂν ἐτιμησάμην τὸ γενέσθαι Πέτρος καὶ βαλεῖν ἐμαυτὸν εἰς τὴν θάλασσαν, οὐχ ὅτι τῶν πασχόντων δυνατός εἰμί τι ἰάσασθαι, ὡς ἐδήλωσας, ἀλλ’ ἵνα τι μικρὸν τοῦ ἄχθους κουφίσω τὴν ἠγαπημένην ψυχὴν τῇ κοινωνίᾳ τῶν ἀλγεινῶν καὶ τῷ συμμερισμῷ τῶν ἔνδον κατακεντούντων
25τὴν μνήμην βελῶν. Εὔχομαι οὖν, εὔχομαι, κἂν διὰ τὸ ἀνάξιον οὐκ ἀκούωμαι, δοθῆναι λύσιν τῶν δυσχερῶν καὶ ἅψασθαί σου τῆς ἀγαθῆς καρδίας τὸν Κύριον καὶ ἀπο‐ κουφίσαι τῶν θλιβερῶν καὶ γαλήνην καὶ εὐφροσύνην ἐνθεῖναι αὐτῇ καὶ διασκεδάσαι τὰς τῶν δυσμενῶν ἐπιβουλὰς καὶ βουλὰς καὶ ῥύσασθαι τὸν
30ἐλπίσαντα ἐπ’ αὐτῷ ἀπὸ τῶν κυκλωσάντων κυνῶν καὶ θαυματῶσαι τὰ ἐλέη αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐκ τῆς καμίνου τῶν πειρασμῶν ῥύσασθαι καὶ ἐξαγαγεῖν εἰς ἀναψυχήν. Μὴ οὖν ἀνιῶ μηδὲ ἀθύμει, ἄξιε τοῦ Θεοῦ, ὅτι οὐκ εἰς τέλος ἐπιλήσεται τῆς διαθέσεως αὐτοῦ ὁ Θεός, οὐδὲ ἀθετήσει ἃ ὥμοσεν Δαβὶδ τῷ πατρί σου ἐν τῇ ἀληθείᾳ αὐτοῦ· ἡ δὲ τοῦ συνοίκου γραφὴ
35τὰ αὐτὰ ἀπαγγελεῖ.325

9

Εἰ καὶ τῆς πόλεως ἐξήλθομεν, ἀλλά σου οὐ διέστημεν, φιλάγαθε δέσποτα καὶ βασιλεῦ· ἀλλ’ ἐπεὶ μὴ αἰσθητῶς οἷόν τε εἶναι ἡμᾶς συνεῖναί σοι, νοητῶς σε μεθ’ ἡμῶν ἀπάραντες ἔχομεν, ὅπερ οἱ σφόδρα φιλοῦντες ὡς τὰ πολλὰ καὶ ποιοῦσι καὶ πάσχουσι· Καὶ νῦν, ὅποι ἂν πορευθῶμεν, συμπεριφέρομέν
5σε τῇ διανοίᾳ καὶ πρὸ τῶν νοητῶν ὀφθαλμῶν ἡμῶν ἕστηκας τοιοῦτος ὅσον πολλάκις εἴδομεν, μέγας τε καὶ καλὸς καὶ ὡραῖος καὶ εὐπρεπής, τῷ κάλλει περιστίλβων ὁμοῦ τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ τῆς ὡραιότητος τῇ λαμπρότητι τὰς ἡλιακὰς ἀποστίλβων μαρμαρυγάς. Καὶ ὥσπερ ὁ λαμπρὸς οὗτος ἥλιος, τὸ πάγκαλον τῆς τοῦ Θεοῦ
10δημιουργίας ἔργον, ὁ τῆς κτίσεως ὀφθαλμός, τοῖς πρὸς αὐτὸν ὁρῶσι καὶ τῆς ἀκτῖνος ἐφιεμένοις αὐτοῦ πανταχοῦ πάρεστιν, ὁρῶν τε καὶ ὁρώμενος καὶ θάλπων καὶ ζωογονῶν, οὕτω δὴ καὶ αὐτὸς, ὁ ἡμέτερος ὀφθαλμός, ἀεὶ πρὸ τῶν ἡμετέρων ἀνατέλλων ὄψεων καὶ καταυγάζων ἡμᾶς καὶ ταῖς ἐλπίσι ζωογονῶν, συναποδημεῖς καὶ συναπαίρεις ἡμῖν καὶ οὐκ ἔστιν ὅτε οὐ πρό‐
15κεισαι θέαμα φαιδρὸν ἡμῖν καὶ λαμπρόν· ὅθεν καὶ τὴν αἰσθητήν σου βλέποντες εἰκόνα καὶ τὴν νοητὴν ἡμεῖς ὑπογράφοντες, ἐγώ τε καὶ ὁ ἐμὸς συνέκδημος, καὶ συνευπαθοῦντά σε ἡμεῖς ἔχομεν κατὰ ταῦτα δὴ τὰ τῆς μακαρίας κεφαλῆς τοῦ πατρὸς ὑμῶν ἔργα, τὰς τῶν θερμῶν ὑδάτων κολυμβήθρας, φημί, καὶ τοὺς ὑψωρόφους οἴκους καὶ τὰ μεγαλοπρεπῆ ταῦτα
20ἐνδιαιτήματα καὶ ἐπὶ τῆς κύλικος ἡμῶν ἀεί σου τὸ τριπόθητον περιεχόρευσεν ὄνομα, τόν τε οἶνον εὐωδιάζον καὶ κατευφραῖνον τὰς καρδίας ἡμῶν. Καὶ πάλιν ἀπὸ τῶν ἐνταῦθα ἀπαίροντες ἐν τῇ ἡμετέρᾳ ψυχῇ, τῇ μικρᾷ ταύτῃ καὶ ταπεινῇ, τὸν μέγαν καὶ ὕψηλόν σε ξεναγοῦμεν καὶ περιφέρομεν. Εἰ μὲν γάρ τι τῶν εὐλόγων καὶ δικαίων ἐγίνετο, σὺ ἂν ἐν τοῖς πατρικοῖς
25ἔργοις ἡμᾶς δεξιούμενος καὶ τοὺς εὐρωτιῶντας θησαυροὺς εἰς τοὺς ὑπηκόους κινῶν ταῖς παρὰ πάντων εὐφημίαις ἐγεραίρου καταστεφόμενος· ἐπεὶ δὲ τοῦ νῦν οὐκ ὄντος οὐδὲ κἂν τὰς παχείας καὶ ἀνθηρὰς προσφορὰς ἡμῖν κατέλιπε, ἀλλὰ καὶ ταύτας ὁ πάντα λαφύσσων καθάπερ λέων ἢ κύκλωψ κατεθοινήσατο, τῇ δρόσῳ μόνῃ τῶν θερμῶν, κατὰ τοὺς τέττιγας, ἡμεῖς
30σιτιζόμενοι ἀνθηροὶ καὶ πίονες ἡμῖν ἐποφθείημεν. Εὐχόμεθα γὰρ καὶ ἐλπίζομεν καὶ αἰσθητῶς, Θεοῦ διδόντος, αὖθίς σοι συγγενέσθαι, εἰ μὲν οἷόν τε, τῶν σκιῶν καὶ τῶν ὀνείρων ἐκτός, εἰ δὲ μή,
κἂν οὕτως ἀμυδρῶς καὶ ὥσπερ ἀστραπῆς τάχος οὐχ ἱστάμενον οὐδὲ παρα‐ μένον ἡμῶν τοῖς ὀφθαλμοῖς ἀλλὰ θᾶττον παρατρέχον καὶ διαδιδράσκον326
35ἡμᾶς. Ἀλλ’ ὦ φῶς ὑπὲρ φωτός, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, λύσον τὸν κατέχοντα τοῦτον ζόφον ἡμᾶς—ὁρᾷς ὅσος ἐστί, Κύριε, καὶ ὡς ἀνήλιον ἡμῶν καὶ σκυθρωπὸν τὸν βίον ποιῶν—καὶ δὸς ἡμῖν καθαρὰς τὰς ἀκτῖνας τοῦ σοῦ φωτὸς καὶ τὴν πᾶσαν κτίσιν πλήρωσον αἰθρίας καὶ φωτισμοῦ, τὸν σὸν ἥλιον ἀνέφελον ἀνατέλλων αὐτῇ καὶ ταῖς ζωογόνοις ἀκτίσιν αὐτοῦ τὸν
40κόσμον ὅλον ἀναθάλπων καὶ πρὸς ζωογονίαν καὶ παλιμβίωσιν ἄγων καὶ ἀνακαλούμενος.

10

(t)

Κωνσταντῖνος
1Πῶς ὁ ἡμέτερος ἔχεις ὀλυμπιακὸς καὶ ἀπόδημος φίλος; Οἶδ’ ὅτι καλῶς καὶ καλῶν ἐπέκεινα, τὴν εὐρωστίαν χαριζόμενος τῆς τε τοῦ τόπου ἐπιτηδείας πρὸς ὑγείαν θέσεως διὰ τὸ ἀντέχειν πρὸς τὴν θερινὴν καῦσιν τό τε ψυχρὸν τοῦ ὄρους καὶ τὴν ἡδίστην καὶ ποτιμωτάτην τῶν ὑδάτων
5ἀένναον καὶ αὐτόβρυτον δαψίλειαν, τάς τε δαψιλεῖς τῶν θριδάκων ὑγρώσεις καὶ ὅσα ἕτερα τοὺς ἁγίους αὐτόθι γέροντας τρέφει. Ἐγὼ δὲ πολλὰ μέμφομαι τὸν ἐμὸν καὶ οὐκ ἔξω δικαίας ἀγανακτήσεως εἶναι λογίζομαι τό τε χρόνιον τῆς ἀποδημίας ἐννοῶν καὶ τὸ μηδέ με γραφῆς μιᾶς ὀλυμπιακῆς, ὀρεινῆς, ἀξιωθῆναι· ἀλλὰ δίδου συγγνώμην τῷ πεφιλημένῳ διὰ τὸν πάντα τυραν‐
10νοῦντα πόθον, ὅσον οὕτω με τυραννήσας ἔχει ὡς καὶ ἐν ὀνείρῳ φαντάζεσθαι τὰ ὑπερφιλούμενα· προσαγόρευσον δὲ τὰ εἰκότα ὡς ἀφ’ ἡμῶν καὶ τὸν σὺν σοὶ φιλοῦντα ἡμᾶς καὶ εὐχόμενον. Ἔρρωσθέ μοι καὶ μὴ λήθῃ τὸν ὑμέτερον
ἐμὲ παραπέμψητε, αἱ μόνον καὶ μνημονευόμεναι ἡδοναὶ καὶ γλυκύτητες.327

11

(t)

Θεόδωρος
1Εἰ καὶ ὄρειοι αὖραι κρυεραὶ περιπνέουσι καὶ ὑδάτων αὐτόβρυτος ψυχρότης τὴν θέρμην ἀποσοβεῖ καὶ θριδάκων χρῆσις παραμυθεῖται τὸν καύσωνα, ἀλλὰ τὸν περὶ σὲ διάπυρον ἡμῶν καὶ ἐγκάρδιον φλογμὸν οὐδὲ παρεμυθήσατο ἕτερον ἢ ἡ, ὥσπερ ὄμβρος ἐπ’ ἄγρωστιν, καταπεμφθεῖσα γλυκεία σου καὶ
5φιλουμένη φωνή, εἰς αὐτὴν ῥυεῖσα τὴν καρδίαν, οἷά τις δρόσος ἑωθινὴ καὶ καταρδεύσασα καὶ πιάνασα τὸν ἡμέτερον νοῦν, μᾶλλον δὲ οἷον ἔλαιον πυρὶ ἐποχετευόμενον πλείονα τὴν φλόγα ἀνάπτει, οὕτω δὴ καὶ ἡμᾶς μειζόνως διὰ γραφῆς εἰς τὸ περὶ σὲ φίλτρον ἐξέκαυσας καὶ ἐπὶ πλέον ἐξέτηξας ἐνθυμουμένους οἵου ἀγαθοῦ ζῶντες ζῶντος ἀποστερούμεθα καὶ οἵου δένδρου
10παμφόρου καὶ ἀγαθοῦ τοὺς ἡδίστους καὶ βιωφελεῖς καρποὺς τρυγᾶν ὁ κόσμος ὑπὸ τοῦ πικροῦ φθόνου κωλύεται, ἀλλὰ πάντως διὰ τὰς ἁμαρτίας ἡμῶν· διὰ τί γὰρ ἕτερον παρεδόθημεν οἷς παρεδόθημεν; Ἐγὼ δὲ εἰ καὶ οὐκ ἔξω μέμψεως ἐγενόμην τὴν σιγὴν ἐγκαλούμενος, ἀλλ’ ἦσαν πολλὰ τὰ τὴν ἀπολογίαν ἀποπληροῦντά μοι· πλὴν ἐπείπερ
15ἔφθασεν ἡ φιλάνθρωπος γνώμη τὴν συγγνώμην βραβεύουσα, τῇ εὐωδίᾳ τοῦ ῥόδου τὴν οἷον ἐρωτικὴν αὐτοῦ ἀπαλύνασα ἄκανθαν, τὰ τῆς ἀπολογίας ἐσίγησα. Τῷ γὰρ φιλοῦντι πολλά, πολλὰ ἀφεθήσεται. Ὡς ἂν δὲ μὴ μόνον τῶν ὀρεινῶν εὐχῶν ἡμῖν κοινωνῇς, ἃς πολλὰς καὶ παρὰ πολλῶν σοι μνη‐ στεύομεν, ἀλλά τινος μετέχοις καὶ τῶν ἐκτὸς ἀπὸ τῶν ἐνταῦθα θριδάκων,
20ὀλύμπια δῶρά σοι ἀπεστείλαμεν, ἵνα, τούτων ἐν τῷ γλυκυτάτῳ σου συστρε‐ φομένων σώματι, καὶ ἡ μνήμη ἡμῶν ἐν τῷ ἱερῷ θαλάμῳ τῆς διανοίας σου διαιτᾶται καὶ ἀναστρέφηται, οὗ μεῖζον ἡμῖν τῶν ἐν ἀνθρώποις οὐδέν· ὅταν γάρ τις οἶδε τῇ τοῦ φιλουμένου διανοίᾳ τὴν οἰκείαν μνήμην, ὡς καὶ τὴν ἐκείνου παρ’ ἑαυτῷ, ἐμφιλοχωρεῖν, θαυμασίαν τινὰ τῷ ὄντι ἥδεται ἡδονὴν καὶ οὐδὲν
25πλέον ζητεῖ. Πλὴν εἴη Θεὸς διδούς μοι τὴν ἐπάνοδον δεξιὰν καὶ φῶς ἐπι‐ λάμπον ἀνέσπερον τῷ κόσμῳ παντί, τὸ ἐμοὶ ἐράσμιον καὶ παρὰ πάντων ποθούμενον καὶ μετὰ διηνεκῶν εὐχῶν ἐπιζητούμενον ἀεὶ καὶ προσδοκώμενον.

12

(t)

Κωνσταντῖνος
1Δῶρόν σε Θεοῦ ἴσμεν, ὦ Θεοῦ Θεόδωρε, καὶ πῶς οὐκ ἔνι τοῦτο
λογίσασθαι; Μαρτυρεῖ γὰρ ἡ καλὴ καὶ ἄδολος φιλία καὶ τὸ οὕτως ἐκκρε‐ μάσασθαι τῆς ἡμῶν ἀγάπης, ὡς οἶδε ὁρίζειν ὁ τῆς ἀγάπης νόμος· ἐγὼ δὲ τὰς ὀρεινὰς ἀπολαβὼν θρίδακας καὶ νοστίμους ταύτας ὑπὲρ μέλι καὶ κηρίον328
5λογισάμενος ηὐχαρίστησα τῷ πεπομφότι· τῆς δὲ ἀραβικῆς κύλικος ἐθαύμασα μὲν τὸ ποικίλον, τὸ λεῖον, τὴν λεπτουργίαν, καὶ ἐσθίων καὶ κοιταζόμενος καὶ οἰνοχοεῖν τούτῳ ἐμοὶ λογισάμενος καὶ πολλὴν τὴν ἡδονὴν ἔχω μᾶλλον ἤπερ εἰ τὸ νέκταρ ἐκεῖνο τοῖς ἐμοῖς χείλεσιν ἀφθόνως ἐπεχεῖτο. Ἔρρωσο ἡ ἡδίστη καὶ γλυκυτάτη καὶ ἐμοὶ φιλουμένη καὶ ψυχὴ καὶ καρδία.

13

(t)

Θεόδωρος
1Εἰ καὶ τὸ αἰσθητὸν ἔαρ οὔπω ἔλαμψεν οὐδὲ τοῖς αὐτοῦ κάλλεσιν εἱστιάσθημεν, ἀλλ’ ἔτι τὰ τοῦ χειμῶνος ἐπικρατεῖ δυσχερῆ, ἀλλ’ οὖν τὸ νοητὸν ἔαρ ἐν τῇ ἀναλάμψει σου τοῦ παμφαοῦς ἡλίου εὐαγγελισθῆναι ἡμῖν κατὰ τὸν θεῖον ἐλπίζομεν Εὐαγγελισμόν. Αὔγασον οὖν ἡμῖν ἐκ μέσων τῶν
5νεφῶν ἀναλάμψας, γλυκύτατε ἥλιε, εἰ καὶ ὁ μακρὸς ἔτι χειμών, ὁ κρυμὸς ἐπέχει τὴν οἰκουμένην, ἀλλὰ κἂν ἐλπίδα αἰθρίας ἐκ τῆς ἐν ὑπαίθρῳ αἰθρίᾳ προόδου ἡμῖν ἐπιστάλαξον. Ἐπιθυμοῦμεν λαμπρότερον τὸν ἥλιον κατιδεῖν ταῖς ἀπὸ τῶν σῶν ἀκτίνων ἀντανακλάσεσι φαιδρυνόμενον· μὴ οὖν ἀνα‐ βάλλῃ τὴν παρουσίαν σου καὶ ἀνέορτα 〈τὰ〉 τῆς ἑορτῆς ποιήσῃς ἡμῖν καὶ
10στυγνάζουσαν ὄψιν ἐπιβαλῇς τοῖς ποθοῦσί σε· τοὺς δὲ μικροὺς καὶ λεπτοὺς
τῶν ἄρτων καὶ τὸ καινὸν τοῦ πόθου πόμα ἡμεῖς ἑτοιμάσομεν.329

14

(t)

Θεόδωρος
1Ἡ εἰς τὸν πάντων ἐλάττονα τῶν τῆς οἰκίας μου ἀνθρώπων γεγενημένη ἀντίληψις, ποθούμενε καὶ ἀξιέραστε δέσποτα, ἀγαθὸς οἰωνὸς κατεφάνη μοι· ἔδοξα γὰρ κατά τι κρεῖττον ὑπόδειγμα ἀπὸ τῶν ἐσχάτων ἄρξασθαι τὴν ἀγαθὴν τύχην καὶ ἐλπίζω, τῆς ἀρχῆς δοθείσης, ταχὺ μετὰ τὴν ἀρχὴν
5ἐπακολουθῆσαι καὶ ἀναλάμψαι ἡμῖν τὰ ἀμείνονα καὶ τὸν πυγμαῖον τοῦτον πρόδρομον ἡμῖν γενέσθαι τῆς εἰς τὰς βασιλείας αὐλὰς ἡμῶν εἰσόδου. Ἕως δὲ ταῦτα γένηται καὶ τὸν βραχὺν τοῦτον ἀνθρωπίσκον φθονῶ, ὅτι εἰς ἅπερ κύψαι ηὔξαντο ἄνθρωποι καὶ οὗ τῆς θέας καὶ τῆς τοῦ κάλλους ἀκτῖνος ἐπαπολαῦσαι—ἐγὼ δὲ τοσοῦτον ἤδη χρόνον ἐπιθυμῶν οὐκ εὐτύχησα—
10τοῦτον αὐτὸς ὄψεται ἀδεῶς καὶ κατατρυφήσει τοῦ θεοτυπώτου κάλλους καὶ μετασχῇ τῶν ἐμοὶ ἐφετῶν. Ταῦτά με ζηλότυπον ποιεῖ καὶ ἀναπείθει φθονεῖν, ἐκεῖνα δὲ πάλιν παραμυθεῖ λογιζομένῳ ὡς ἐν μὲν ταῖς ἡμετέραις τῆς παρούσης ἀρχῆς εἰκότως ἄρρωστα καὶ κολοβὰ καὶ παράσημα δεῖ τυγχάνειν τὰ προσκόπτοντα καὶ φαινόμενα· ὅταν δέ, τῶν νεφῶν διασκε‐
15δασθέντων, ἀναλάμψῃ ὁ ἥλιος, τότε πᾶν εἴ τι καλόν, εἴ τι τερπνόν, τῷ φαέντι ἑωσφόρῳ συναναφανήσεται καὶ συνυψωθήσεται, οὕτως ἐγὼ καὶ φρονῶ καὶ λαλῶ καὶ πέποιθα ἐν Θεῷ ὅτι γενήσεται. Σοῦ δέ, φιλανθρω‐ πότατε δέσποτα, καὶ ἐκ τῶν μικρῶν καὶ ἐκ τῶν μειζόνων ἡ ἀγαθὴ προαίρεσις γινώσκεται καὶ θαυμάζεται, ἀνθ’ ἧς ἀποδώσει σοι ὁ Θεὸς καὶ
20τὴν ἐπίγειον καθαρῶς καὶ τὴν ἐπουράνιον βασιλείαν αὐτοῦ.

15

(t)

Κωνσταντῖνος
1Ταῦτά μοι πρὸς σὲ τὸν ζηλότυπον καὶ φθονερὸν δίκαιον ἀποφθέγ‐ ξασθαι. Τίς ὁ περὶ ἐμὲ ζῆλος καὶ φθόνος ἕνεκεν τοῦ θεαθῆναί με ὑπὸ τοῦ πυγμαίου τούτου καὶ μικροῦ ἀνθρωπίσκου; Καὶ τί τὸ πεῖσαν τὸν ἐμὸν Θεόδωρον τοιούτοις δικαίοις ἐλαττώμασι περιπλεῖν, φθόνῳ τε φημὶ καὶ
5ζηλοτυπίᾳ, ἢ πάντως ὁ περὶ ἐμὲ ἔρως διακαὴς καὶ ἐγκάρδιός ἐστιν. Οἶδε γὰρ ὁ σοφὸς κατὰ σοφοὺς καὶ φιλεῖν καὶ ἐρᾶν· ὁ γὰρ ἀγρότης ὄχλος καὶ τὸν Θεὸν μὴ γινώσκων, κατὰ τὸ γεγραμμένον, οὔτε νόμους οἶδε φιλίας οὔτε θεσμοὺς τηρεῖ τῆς εἰλικρινοῦς καὶ ποθουμένης ἀγάπης· διὰ τοῦτο
ἐπικατάρατος οἴμοι οὗτος καὶ ἀηδίας πάσης ἐμπεπλησμένος καὶ σωμάτων330
10ὀδωδότων ἀηδέστερος. Ἔρρωσο ὁ εἰδὼς τὰ πάντα καὶ πάντα τὰ καλὰ ἐφ’ ἑαυτὸν συλλεξάμενος καὶ φιλεργὸς ἡμῖν ἀναφανεῖσα μέλισσα, ἡ συλᾶν ἐπισταμένη τὰ καλὰ καὶ τὰ εὐώδη, τὰ δὲ κακὰ καὶ ὀλέθρια παρατρέχειν μεμαθηκυῖα.

16

(t)

Θεόδωρος
1Εἰ μὴ δικαίως δικάσει ὁ Κύριος καὶ ἐπισκεψάμενος ῥύσεται τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Μωϋσέως τοῦ ἐκλεκτοῦ αὐτοῦ, οὐ ταῦτα μόνα μοι προσγενή‐ σεται τὰ κακά, φθόνος καὶ ζηλοτυπία, κοσμοπόθητε δέσποτα, ἀλλὰ καὶ ἕτερα τούτων ἀτοπώτερα καὶ χαλεπώτερα, ἀπόνοια καὶ ἀπόγνωσις καὶ τὸ
5τοῖς λογισμοῖς ἐμπυρίζεσθαι. «Ἐζήλωσα γὰρ τῷ ὄντι εἰρήνην ἁμαρτωλῶν θεωρῶν» καὶ «ἐν τῇ ὑπερηφανίᾳ τῶν ἰσχυρῶν ἐμπυρίζεται ὁ πτωχός»· ἓν σβεστήριον ἐν ἐμοὶ καμίνου, μία «δρόσος ὑπὲρ τὸν Ἀερμών», μία τε ἡ γῆ ἀναψύξεως, νῦν μὲν οἱ μελισταγεῖς οὗτοι καὶ μελλίρρυτοι λόγοι σου, μικρὸν δὲ ὅσον, Θεοῦ διδόντος, ἡ ἀνυπεύθυνος ὁμιλία καὶ θεωρία σου. Ὁ δὲ τυφλὸς
10οὗτος καὶ κατάρατος ὄχλος οὔτε ἐρᾶν τῶν καλῶν οὔτε αἰσθάνεσθαι δύναται· ὅταν δὲ ἢ ὄνος ἢ κάνθαρος εὐωδίας αἴσθησιν λάβῃ καὶ ἐρασθῇ, τότε καὶ οὗτοι ἐπιθυμήσουσι τῆς ἐκ σοῦ πεμπομένης εὐωδίας καὶ χάριτος.

17

(t)

Θεόδωρος
1Νῦν ἔγνων ὅτι ἐμακρύνθη ἡ παροικία μου ἐν τῷ μακρυνθῆναι τὴν τοῦ παραμυθητοῦ μου δεσπότου καὶ βασιλέως προσφώνησιν· νῦν ἐγενόμην «ὡς στρουθίον μονάζον ἐπὶ δόμασιν», ἐν τῷ μὴ ἔχειν με ταῖς σαῖς ἐνεαρίζειν χελιδόσι καὶ ἀηδόσι καὶ ὑπ’ αὐτῶν κατατέρπεσθαι. Εἰ γὰρ καὶ αἱ διὰ τοῦ
5χειμῶνος ἐπιπτᾶσαι ἡμῖν καὶ ἔτι παρηγοροῦσί τε καὶ εὐφραίνουσιν, ἀλλ’ ἡ
ἀκόρεστος διάθεσις καὶ τὰς ἐαρινὰς ἐπιζητεῖ περιφωνούσας καὶ κατα‐ θελγούσας ἡμᾶς καὶ τὸν τῶν βιωτικῶν θορύβων χειμῶνα διαλυούσας καὶ ἔαρ ὡς ἀληθῶς τοῦ βίου περιλαμπούσας φαιδρότατον. Εἰ οὖν μή τις σκυθρωποτέρα ἐπέχει κατάστασις, ἡ τῶν ἡμετέρων ἁμαρτιῶν ἐπανάστασις,331
10ἡκέτω πάλιν ἡμῖν ἃ καὶ πρότερον καὶ παραμυθείσθω τὸν πόθον καὶ τὴν ἐκ τῆς διαστάσεως διαλυέτω κατήφειαν.

18

(t)

Κωνσταντῖνος
1Οὔτε ἐπελήσθης οὔτε ἀπερρίφθης ὁ ἐμοὶ ἠγαπημένος καὶ πολὺ τῶν ἄλλων πλέον φιλούμενος· τότε γάρ, ὡς οἶμαι, ἐπιλησθήσῃ ὅταν τις τοῦ φωτὸς τὸ σκότος προτιμήσειεν καὶ βοῦς πελάγιος γένηται καὶ δελφὶς χερσαῖος· οὐκ ἔστι τοῦτο, οὐκ ἔστι, οὐ μὰ τὴν φιλίαν καὶ καλὴν δωδεκάδα
5τῶν σοφῶν ἀποστόλων. Ἀλλὰ πολλαὶ αἱ τοῦ βίου περὶ ἡμᾶς ἀνωμαλίαι· καὶ γὰρ τὰ νεογνὰ τῶν βρεφῶν καὶ ἄρρενα κακῶς ἔχει καὶ ἔτι περιφέρουσι τῆς ἀρρωστίας λείψανα· καὶ τὸ ἐπικρατοῦν ἔτι τῆς ἀγνωσίας σκότος βαθὺ καὶ πολὺ τοῦ προϋφεστῶτος ἐν Αἰγύπτῳ ζοφερώτερόν τε καὶ δεινότερον, καὶ ἄλλαι βιοτικαὶ τρικυμίαι καθ’ ἑκάστην περικλύζουσαι τὴν ἡμῶν βιοτὴν
10οὐκ ἐῶσι τοὺς φιλτάτους, οὐδὲ διὰ τῆς ἐκ μέλανος γραφῆς, κἂν ἀμυδρῶς πως προσφωνεῖν καὶ τῆς φιλίας ἐμφορεῖσθαι. Διὰ τοῦτο καὶ παρὰ τῶν φιλουμένων φιλικῶς μεμφόμεθα· ἐπεὶ δὲ ἡ γενέθλιος ἤδη τῆς θεομήτορος πάρεστιν ἑορτή, τὰ πρὸς δεξίωσιν τοῦ σοῦ φιλτάτου δίκαιον προευτρε‐ πίσασθαι τὴν σὴν ἀγχίνοιαν καὶ τὴν κύλικα λαμπρῶς ἀποσμηξάμενον ἐπ’
15ἄκρων δακτύλων εὐφυῶς ταύτην τῷ ποθουμένῳ προσαγαγεῖν, ὡσὰν τῆς
ἐφέσεως μικρόν τι καταπολαύσωμεν.332

19

(t)

Θεόδωρος πρὸς τὸν πατριάρχην
1Τὰ γράμματα τῆς ἱερᾶς ὑμῶν δεσποτείας πολλὴν εἶχε φιλίας ἐπίδειξιν, τὰ δὲ πράγματα πολλῆς ὑπάρχουσι δυσμενείας ἀνάμεστα καὶ ἐθαύμασα πῶς τὰ ἐναντία ἡνώθη οὕτω σοφῶς. Ἐγὼ δέ, ἐπειδὴ «ἐν ἁπλότητι καρδίας» Θεοῦ χάριτι «ἐπορεύθην ἀεὶ» καὶ τὸ διπλοῦν τῶν τρόπων οὐκ ἐπιτήδευσα,
5οὐκ ἠδυνήθην συνυποκριθῆναι ἐν τῇ γραφῇ, ἀλλ’ ἐγκαλοῦμαι μὲν ἐν τῇ σιγῇ. Ἐγκαλῶ δὲ ἐπὶ τῇ φωνῇ καὶ τοῖς ἔργοις τοῖς ἐπ’ αὐτῇ καὶ οἶδα ὅτι ἡ μὲν σιγὴ οὐ πάνυ μεμπτή, ἐάν τις δύνηται πάσχων σιγᾶν· ἐφ’ οἷς δὲ ἐγκαλῶ οὐκ οἶδα τῆς ποίας ἂν μερίδος κριθείησαν· ἤκουσα γὰρ καὶ Καϊάφας καὶ Καλυδόνιος καὶ ἀντίθρονος καὶ ὅσα ἀπαριθμεῖσθαι ὀκνῶ· εἶδον δὲ
10μετὰ ταύτης τῆς ὑπερβαλλούσης πάντως εὐνοίας καὶ τοὺς κἂν ἐν τοῖς φιλικοῖς πάντας τοὺς ἁπλῶς με γνωρίσαντας διασεισθέντας καὶ ἐπηρεασθέν‐ τας καὶ οὐδενὸς οὐ πειραθέντας κακοῦ καὶ ἐκαρτέρησα σιωπῶν· ἐφ’ οἷς ᾤμην μᾶλλον θαυμάζεσθαι, ὢ τῆς δικαίας κρίσεως, διαβάλλομαι. Ἀλλ’ εὐχαριστῶ ἐπὶ πᾶσι τῷ φιλανθρώπῳ Θεῷ· ὑμεῖς μόνον ἀπολαύοιτε τῆς
15ἐξουσίας ὑμῶν καὶ ἐμφοροῖσθε τῆς δυναστείας καὶ τὰ ἡμέτερα ὀλίγου λόγου πάντως οὐχὶ καὶ ἐντεῦθεν ἐκποδῶν ὑμῖν καθιστάμεθα καὶ παραθραύομεν τὴν δυναστείαν ὑμῶν ἢ τὴν ἐξουσίαν συμμεριζόμεθα, τὸ λάθε βιώσας δι’ ἔργων ἐπιδεικνύμενοι· τούτων εἴ τί μὴ δόξει καθ’ ἡδονὴν [λεγόμενον], αἰτία ὁ τὴν σιγήν μου μεμψάμενος. Ἐγὼ γὰρ μὴ βουλόμενος στασιάζειν
20τὴν γλῶτταν ἐκείνην ἐτίμησα καὶ εἴτε ἀχνυμένη δόξῃ ταῦτα σκυτάλη, εἴτε ἡ ἀπὸ Σκυθῶν ῥῆσις, εἴτε Ἀβυδηνὸν ἐπιφόρημα ὡς τὸ κολακεύειν οὐκ ἔχοντα,
οὐ φροντὶς Ἱπποκλείδῃ κατὰ τὸ παροιμιαζόμενον.333

20

Ἡμεῖς μὲν, μακαριώτατε δέσποτα, ὅπῃ τοῖς ἄγουσι φίλον, ἄπιμεν, μήτε τὴν ὁδὸν εἰδότες οὗ πορευσόμεθα, μήτε συγχωρηθέντες διαθέσθαι τι τῶν οἰκείων ἐπὶ σχολῆς. Ἐπειδ’ ἄγνωστον 〈ὅποι〉 πορευόμεθα, νῦν μάλιστα τῶν πρεσβειῶν δεόμεθα τοῦ δεσπότου μου, ἵν’ ὅποιπερ ἂν ῥιφῶμεν, ταῖς
5τοῦ Θεοῦ χερσὶν ἐναποδοθῶμεν.

21

(t)

Τῷ αὐτῷ μητροπολίτῃ
1Οὐδὲ ἐν πειρασμοῦ καιρῷ, μακαριώτατε δέσποτα, ἀπαρηγόρητοι κατε‐ λείφθημεν, ἀλλὰ κἀνταῦθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ προνοίας πεῖραν ἔλαβον καὶ βασιλικοῦ ἀγαθοῦ τυχόντες καὶ πλοῦ εὐδίου καὶ λειοκύμονος καὶ ξένων δεξιῶν τε καὶ φιλοξένων· οὕτως ἡμῖν ἡ τῆς θεοτιμήτου μακαριό‐
5τητός σου πρὸς τὸν Κύριον δέησις πάντα εἰς ἀγαθὸν κατὰ τὴν χρείαν ἡμῶν
ἐξωμάλισε καὶ κατὰ τὸ μέτρον τῆς ὀλιγοψυχίας τοῦ δούλου σου ἐπεπλήθυνε τὴν παράκλησιν. Ἀξιῶ οὖν ἔτι τὴν ἱερὰν καὶ ἀποστολικὴν τοῦ δεσπότου μου κεφαλήν· μὴ ἀπόστρεψαι τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ἀλλὰ μνείαν ἡμῶν ποιεῖσθαι ἐν ταῖς πρεσβείαις σου, οὐχ ὅπως ἡ ὑπερορία ἡμῶν334
10λυθῇ, ἀλλ’ ὡς ἐν ὑπομονῇ δοκιμασθέντες ἄφεσιν κἂν μικροῦ τινος ἁμαρ‐ τήματος ἀντὶ τῆς ἐλαφρᾶς ταύτης θλίψεως εὕρωμεν.

22

(t)

Ἄλλη
1Ἡμεῖς μέν, τιμιώτατε ἀδελφέ, μικρὰ ἐν τῇ θαλάσσῃ καὶ τῇ γῇ προσ‐ πονήσαντες τῇ Νικαίᾳ ἐγκατεκλείσθημεν· οὐχ ὅλῃ πόλει μὴ οὕτω τρυφᾶν ἡμᾶς οἰηθῇς, ἀλλ’ ἐν οἰκίσκῳ στενοχώρῳ μὲν καὶ εὐπεριγράπτῳ, δικῶν δὲ καὶ διαπληκτισμῶν ἴσως ἀπηλλαγμένῳ. Σὺ δὲ μετὰ τοῦ καλοῦ
5Μιχαὴλ καὶ τῶν συντρόφων τῆς ἡμετέρας ταπεινότητος μέμνησο καὶ τῷ χρηστῷ τὰ πάντα βασιλεῖ γενοῦ δι’ ἡμᾶς τινος χάριτος αἴτιος, εἴπερ δύναιο· εἰ δὲ ἀδυνάτως ἔχοις, ἀποδῴη αὐτῷ τὸν τῆς θεραπείας μισθὸν ὁ Κύριος. Ἔρρωσο, ἀδελφὲ προσφιλέστατε, καὶ ταῖς τοῦ κοινοῦ δεσπότου προσευχαῖς τειχιζόμενος πάσης ἐπιβουλῆς ἀνώτερος γένοιο.

23

(t)

Ἄλλη
1Ἐχρῆν μὲν ἡμᾶς, κύριε περιφανέστατε, μηδὲ μεχρὶ τοῦ ἀναπνεῦσαι
ἀνοίγειν στόμα, ἀλλὰ τὴν ἐσχάτην σιγὴν σιγῆσαι, ἵνα ὡς νεκροὶ καὶ ἀπολω‐ λότα σκεύη ἀπὸ καρδίας πάσης ἐπιλησθῶμεν· τοῦτο γάρ, ὡς ὁρῶμεν, διεμελετήθη καὶ ἐσπουδάσθη τοῖς μέγα τιθεμένοις ἔργον εἰ ὀπίσω ψύλλου335
5ἑνὸς καὶ ταῦτα τεθνηκότος διώξαιεν. Ἀλλ’ ἐπειδὴ νόμος οὐ θεῖος μόνος ἀλλά γε καὶ φυσικὸς πείθεσθαι καὶ ὑπείκειν τοῖς ἡγουμένοις, ὁποῖοι ἂν καὶ ὦσι, πᾶσαν ἡμῖν ἀνάγκην ἑκοῦσί τε καὶ ἄκουσιν ἐπιτιθεῖσι, τούτου δὴ χάριν καὶ ἀνοῖξαι στόμα καὶ κινῆσαι χεῖρα βιάζομαι καὶ τῇ μεγαλοπρεπείᾳ σου προάγομαι ἐνοχλεῖν, ὅπως γένηταί μοι θελήματι ἀγαθῷ πατρὸς πνευμα‐
10τικοῦ καὶ θείου διακονήσασθαι. Φυλαχθείης, τὸ μόνον τῆς παλαιᾶς εὐταξίας λείψανον, ὁ λόγῳ τε καὶ βίῳ καὶ ἤθους καταστάσει τὴν πολιτείαν πᾶσαν κατασεμνύνων.

24

Πολλά σοι ἐκ Θεοῦ γένοιτο τὰ χρηστά, ποθεινοτάτη μοι κεφαλή, ὅτι τῆς κυριακῆς ἐπιστροφὴν ποιούμενος ἐντολῆς ἐν ὑπερορίᾳ ὄντας καὶ φυλακῇ, ὅσον τὸ ἐπὶ σοί, καὶ ἐπεσκέψω καὶ παρεκάλεσας· τῇ οὖν μερίδι τῶν εὐλογημένων διά τε τοῦτο, διά τε τἄλλα, κατατάξαι σε Κύριος· τοὺς
5κοινοὺς πατέρας, τοὺς αἰδεσιμωτάτους γέροντας, ἀφ’ ἡμῶν προειπεῖν, κύριέ μου, ἀξίωσον.

25

Ἐμοὶ σκοπὸς ἦν, τιμιώτατε ἀδελφέ, ἔξω βελῶν γενόμενος καὶ κυδοιμοῦ,
παρηγορητικὰ συνθεῖναι σοι γράμματα, ὡς τῇ σιδηρᾷ καμίνῳ ἐναπολειφθέντι τῶν θλίψεων· φθάσαντι δὲ κομίσασθαι παρ’ ὑμῶν τὴν προτρεπτικὴν ἐκείνην καὶ ἐνθουσιασμοῦ πεπληρωμένην ἐπιστολήν, ἐκεῖνό μοι λογίσασθαι336
5περὶ τῆς γενναιότητός σου ἐλήλυθεν ὡς τὸν ἐμὸν Ἠλίαν ὁρῶν, τὸν μακα‐ ριώτατον πατριάρχην λέγω, εἰς οὐρανὸν τῷ ζήλῳ διὰ τῆς ἐν πυρὶ ζωῆς ἀναλαμβανόμενον, διπλῆν τὴν χάριν ἀπὸ τῆς ὁράσεως ἔλαβες, καθάπερ ἐζήτησας, καὶ διὰ τοῦτο καὶ τὴν φυγὴν ἀφῆκας καὶ περὶ τῶν δικαίων παρρησιάζῃ καὶ πρὸς τοὺς ἀγωνιῶντας καὶ δεδοικότας μακροὺς περὶ εὐτυ‐
10χίας συντείνεις λόγους. Εὐοδοῦ οὖν καὶ χαῖρε, σεβασμιώτατε, καὶ ἡμῖν πυκνότερον τὰ κατασκευαστικὰ τῆς εὐφροσύνης ἐπίστελλε· οὕτω δὲ πολυ‐ πλασιάσεις ἡμῖν τὴν χάριν, εἰ πολλάκις τοῦτο μανθάνομεν ἐν εὐθυμίᾳ τὰ καθ’ ὑμᾶς· εἰ δ’ ἄλλο τι περὶ ὑμῶν γνοίημεν, ἀνιαρότερον τὰς τῆς καταδίκης ὥρας καὶ ἡμέρας διάξομεν.

26

Καὶ τὴν προτέραν καὶ τὴν δευτέραν ἐπιστολὴν ἐδεξάμεθα, σεβασμιώ‐ τατε ἀδελφέ, καὶ δι’ ἀμφοτέρων ἐκεῖνόν σε ὑπάρχειν τὸν ἀρχαῖον καὶ νέον υἱὸν τῆς παρακλήσεως ἔγνωμεν. Ἀλλ’ ὅρα καὶ τὸ ἐκεῖθεν κέρδος ὅσον ἡμῖν τοῖς ἀπολαύσασι τῆς ὑμετέρας μουσικῆς ἐγένετο· τὸ μὲν κατηφὲς ἐκεῖνο
5καὶ περίλυπον ἀπωσάμεθα, ἐπείσθημεν δὲ ἐπὶ τὸν Θεὸν ἐλπίζειν καὶ τούτῳ ἐξομολογεῖσθαι, ὡς ἐν αὐτῷ κειμένης σωτηρίας τοῦ προσώπου ἡμῶν. Ταῦτά σου τῆς πνευματικῆς κινουμένης λύρας ὠνάμεθα καὶ οὕτως ὑπηχῶν ἡμῖν αὐτὸς τὰ σωτήρια ἐξέσεισας τῆς μνήμης ἡμῶν πᾶσαν κατήφειάν τε καὶ σύγχυσιν· χρῶ οὖν καὶ ἔτι, ποθεινοτάτη μοι κεφαλή, ταῖς παρακλήσεσι
10μὲν εὐτόνως, ταῖς εὐφημίαις δὲ ὑπεσταλμένως καὶ πεφεισμένως· οὐ γάρ τί τοι ὑπὲρ τοὺς πολλοὺς εἰμί· τί μ’ ἀθανάτοισιν ἐΐσκεις; Μᾶλλον μὲν οὖν, ὡς προσκεκρουκότας, ὡς ἀπαρρησιάστως ἔχοντας πρὸς Θεὸν κατάλ‐ λαττε ἡμᾶς ταῖς πρεσβείαις σου. Συνεπιλήψονται δέ σοι τῆς χρείας ταύτης καὶ ὁ καλὸς Ἐφέσου· τὸν γὰρ ἐμὸν οὐκ ἂν οὐδὲ προσφθεγξαίμην Ἀρκάδιον,
15ὅτι μοι τὰ κατὰ τὸν ἀρχιεπίσκοπον οὐκ ἐδήλωσεν, ὅπως ποτὲ αὐτῷ τὰ πράγματα εἰσεληλυθότι συνήντησε· καὶ σὺ καλῶς ποιήσας, αἰδεσιμώτατε, εἰ τούτῳ κατὰ λόγον τοῦ ἁμαρτήματος προσεπιτιμήσειας. Πλείονα μὲν γράφειν ὁ γραμματηφόρος ἐπειγόμενος οὐκ ἐπέτρεπε, τῆς καρδίας μου δὲ παρ’ ὑμῖν πάντως καταλειφθείσης, ἀπὸ κενοῦ καὶ ἀψύχου σκήνους καὶ337
20ταῦτα γράφεται· ἀλλὰ καὶ τὴν ἐντυχίαν εὔχου γενέσθαι, πλὴν οὐχ ὡς ἡμεῖς θέλομεν, ἀλλ’ ὡς ὁ Θεὸς βούλεται, καὶ τὸν κοινὸν γέροντα συνήθως εἰς εὐθυμίαν ἀνακαλοῦ καὶ τὸν ἐν κόσμῳ μόνον ὑπὲρ κόσμον πρόσειπε πάμπολλα καὶ ἐπὶ πᾶσιν, ὦ μέλημα καὶ καύχημα ἡμῶν· ἔρρωσο.

27

Ἀνάσπαστοι μὲν ἀπὸ τῆς βασιλίδος γεγόναμεν, πατέρων σεβασμιώτατε, ἐν δὲ τῇ τοῦ Κυρίου γῇ ἀπήχθημεν· καὶ νῦν διὰ μὲν τὴν ἀγαθὴν ἐλπίδα χαίρο‐ μεν καὶ ἀγαλλιώμεθα· ἀποβήσεσθαι γὰρ ἡμῖν εἰς μικρὰν συγγνώμην τὴν ἐλαφρὰν θλίψιν ταύτην διὰ τὸ μέγα ἔλεος τοῦ Θεοῦ πιστεύομεν. Τὸ δὲ μὴ
5ἀξιωθῆναι συντάξασθαί σου τῇ ἀρετῇ, τοῦτο ἡμῖν ἄφατον ἐμποιεῖ τὸ πένθος καὶ τὴν ὀδύνην ἀπαραμύθητον, ἀλλ’ ἰδὼν ἴδε ἡμᾶς ἐν ταῖς πρὸς Θεὸν εὐχαῖς σου, πάτερ αἰδεσιμώτατε, καὶ ὑπὲρ ἡμῶν στῆθι· καὶ εἰ πρὸς Θεὸν ἅπαξ τὰς χεῖρας ἄρῃς, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου φυλαχθησόμεθα. Ἔρρωσο, ἔρρωσό μοι, θεοφιλὴς ψυχὴ καὶ τοῦ ἀρχαίου βίου κατάλειμμα.

28

Ἓν τοῦτο μόνον ἐδυστυχήσαμεν πολλὰ δόξαντες δυστυχῆσαι, τὸ διαζυγῆναί σου τῆς ἱερᾶς κεφαλῆς καὶ ἀσυντάκτως ἀναρπασθῆναι· εἰ γὰρ καὶ τὴν καταδίκην χαίροντες ἐδεξάμεθα, ὅτι μὴ ἑαυτοὺς ἐν ᾧ ἐδοκιμάσαμεν κατακρίνωμεν, ἀλλὰ τὸ στερηθῆναι τοιαύτης ὁμιλίας τῆς σῆς μὲν δυναμένης
5ἀπαναστῆσαι, Θεῷ δὲ ἀρκούσης προσοικειῶσαι, δεινὸν ἀληθῶς ἡγούμεθα καὶ ἀφόρητον. Ἀλλ’ εὔχου, μάλιστα μὲν εὔχου, πατέρων σεβασμιώτατε, ἵνα σου κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ τῆς ἀγγελικῆς ὄψεως ἀπολαύσωμεν καὶ τῶν εὐχῶν συντρυφήσωμεν· εἰ γὰρ καὶ ἀρρήτῳ ψυχῶν συνόδῳ σύνεσμέν σου τῇ τελειότητι, ἀλλ’ ὡς μὴ δυνηθέντες τῆς πρὸς τὰ σωματικώτερα
10συμπαθείας ἀπορρῆξαι τὸν νοῦν, τῆς ἐμφαντικωτέρας ὄψεως ἐφιέμεθα,
ἣν εἰ λάβοιμεν, πάντα ὁμοῦ τὰ χρηστὰ δόξομεν. Ἔρρωσο, ἀποστολικὴ ψυχή, ἡ κατὰ τὸν τοῦ Παύλου νόμον «τοῖς ἀσθενοῦσι συνασθενοῦσα» τοῖς δὲ φυγαδευομένοις τῷ πνεύματι συμμακρύνουσα.338

29

Τί σοι ἀνταποδώσομεν, ἀδελφὲ τιμιώτατε, μᾶλλον δὲ πῶς ἀξίως τῷ Κυρίῳ εὐχαριστήσομεν ὅτι σε ἐν καιροῖς τοιούτοις σκεῦος ἐκλογῆς καὶ φύλακα τῶν ἐντολῶν αὐτοῦ ἔδειξεν· καὶ γὰρ τῶν μὲν ἀγαπηθέντων καὶ ὠφεληθέντων μηδὲ μηνμονευόντων, σοῦ δὲ ἀγαπηθέντος μὲν καθαρῶς, μὴ
5ὠφεληθέντος δέ, οὕτως ἐν πειρασμῷ τοιούτῳ εἰς τὴν ἡμετέραν πρόνοιαν καὶ θεραπείαν διεγερθέντος, εἰς πόσην ἔκπληξιν καὶ θάμβος κατέστησε οὐδὲ ἀπεικάσαι δυνάμεθα Ἀλλά σοι μὲν ὁ Θεὸς δοίη πρὸς τοῖς ἐνταῦθα καλοῖς καὶ τὰ ἐνουράνια ἀγαθά, ἡμῖν δὲ παράσχοι κατὰ λόγον τῶν χαρίτων σου καὶ τῆς ἀγάπης εὐχαριστῆσαί σοι. Μνημόνευε οὖν ἡμῶν, ὥσπερ ἐν ἅπασι τοῖς
10λοιποῖς, καὶ ἐπὶ τῶν εὐπροσδέκτων προσευχῶν σου. Ἔρρωσο ἐν Κυρίῳ, ἀδελφὲ προσφιλέστατε, ὁ κατὰ τὴν ἐντολὴν τοῦ Θεοῦ καὶ τὴν ψυχὴν αὐτὴν ὑπὲρ τῶν φίλων τιθείς.

30

Ἡμεῖς μὲν ἐδοκοῦμεν ἐπιλησθῆναι ἀπὸ τῆς τῶν ἀγαπώντων ἡμᾶς καρδίας καὶ λογισθῆναι ὡσεὶ νεκροί, τῆς μὲν καλύβης ἡμῶν ἀποχωρισθέντες, πρὸς δὲ τὴν ὑπερορίαν μετενεχθέντες· ἐμέλλομεν δὲ ἄρα ὑπὸ τῶν τοῦ Κυρίου μνημονευόντων μνημονευθῆναι, οἷός μοι καὶ αὐτός, κύριέ μου περιφανέσ‐
5τατε, οὐ νῦν ἐφάνης μόνον, ἀλλὰ καὶ πάλι γινωσκόμενος ἐπεγνώσθης· ὅθεν σοι καὶ τὴν τοῦ Κυρίου χάριν ἀντιδοθῆναι εὐχόμεθα καὶ τὸ καλὸν ὄνομά σου ἐν βίβλῳ σῳζομένων ἀπογραφῆναι. Ταῦτα μικρὰ μὲν ἐγράφη καὶ ἀντὶ πολυτίμου ὀστράκου ἄξια, σοὶ δὲ πάντως ὡς ἀληθῶς φιλοῦντι εὐάρεστα. Δοθείη οὖν σοι ὁ τῆς καθαρᾶς ἀγάπης μισθὸς καὶ ἐνταῦθα παρὰ
10πάσας σου τὰς ἡμέρας καὶ ἐν τῇ μεγάλῃ καὶ ἐπιφανείη ἡμέρᾳ τῆς κρίσεως. Εὔχου ὑπὲρ ἡμῶν, θεοφιλέστατε ἄνθρωπε, καὶ σῴζου μοι ἀπὸ δόξης εἰς
δόξαν μετατιθέμενός τε καὶ ἀνυψούμενος.339

31

Οὐ μόνον εἰς παραμυθίας λόγον ἀρκοῦσα ἡμῖν ἐφάνη ἡ τῆς τιμιότητός σου ἐπιστολή, ἀλλὰ καὶ εἰς βεβαίωσιν ἀναντίρρητον τῆς θεομιμήτου σου ἀρετῆς· τῷ ὄντι γὰρ ἀποστολικῶς ζῆν αἱρετισάμενος ἐκεῖνα φθέγγῃ καὶ παραινεῖς ἡμῖν, ἅπερ ἀπὸ τῶν ἔργων πρῶτον ὑπέγραψας. Μακάριος οὖν
5διὰ τοῦτο εἴη, πάτερ σεβασμιώτατε, ὅτι ποιήσας πρῶτον εἶτα διδάσκεις, ὡς τὴν παρρησίαν ἔχων ἀπὸ τῆς πράξεως· καὶ χαῖρε χαρᾷ μεγάλῃ, ὅτι σοι ὁ μισθὸς πολὺς ἑτοιμάζεται διά τε τὸ τοῦ τρόπου φιλόθεον καὶ διὰ τὸ τῆς γνώμης φιλότεκνον. Ἡμεῖς δέ, εἰ καὶ μὴ εὐδοκεῖν ἐν θλίψεσιν ἐδυνάμεθα, τῇ παρακλήσει οὖν τῆς σῆς τιμιότητος οὕτω πρὸς ὑπομονὴν ἐπτερώθημεν,
10ὡς ἄρξασθαι καὶ χαίρειν ἐπὶ τούτῳ τῷ ἐλαφρῷ πειρασμῷ. Πῶς γὰρ οὐχὶ ἀποδεξόμεθα τὸ συμβὰν ὅτι περισσοτέρως ἡμᾶς τῇ πίστει τῆς τελειότητός σου συνέδησεν, μαθόντες ἀδιστάκτως καὶ παιδευθέντες ὡς χάριτι Θεοῦ ἐν τῇ γενεᾷ ταύτῃ ἔχεις τὸ τέλειον; Εἰ καὶ οὖν προημάρτηταί τι ἡμῖν ἐνώπιον τῆς ἁγιωσύνης σου, ἡμάρτηται δὲ τῷ μὴ πάλαι συνδεθῆναι ἡμᾶς
15παγίως τῇ πίστει καὶ στοργῇ τῆς ὑμετέρας πατρότητος, τοῦτο διὰ συγγνώμης λῦσον καὶ τῇ θεοφιλεῖ καρδίᾳ σου τὴν ἡμετέραν μετριότητα ἔγγραψον ὡς μνημονεύειν ἡμῶν ἀπό γε τοῦ νῦν καθάπερ τῶν λοιπῶν τέκνων σου· καὶ τοῦτο γὰρ ἀποστολικῶς ποιήσεις καὶ καταλλήλως τῇ προαιρέσει σου. Ἔρρωσο.

32

Σοφίας ἔργον τρόπος θεοειδής· καθαρτικὸς γὰρ ἐννοιῶν ὁ τοιοῦτος καὶ πρὸς ὑψηλοτέραν σοφίαν μεταβιβάζει τὸν οὕτως ἔχοντα. Οἷς γὰρ συνεξεύχθη‐ σαν αἱ ἀρεταί, τούτοις καὶ ἡ θειοτέρα καὶ ἡ διηνεκὴς ἀπόλαυσις, κἄν τινες ὑπὸ τῆς εὐροίας παίζωνται· καὶ ταῖς ἀγχιστρόφοις μεταβολαῖς τοῦτον τὸν
5θεῖον καὶ διάπυρον ἔρωτα τοῦ ἐμοῦ ζήλου μετέωρόν τε καὶ δοκιμώτερον ἐννοῶν, ἐθαύμαζον, ἔπειτα ἐκπλήξει συνειχόμην καὶ ἀφασίᾳ. Τίνι τὰ πρεσβεῖα δῷ καὶ τίσι προσοικειωθῶ, ὡσὰν τὸν ἐμὸν βίον μεταρυθμίσωσι πρὸς τὰ κρείττονα, τοῖς τοιούτοις λογισμοῖς συνεχόμενός τε καὶ περιτρε‐ πόμενος, μόλις τῆς ὁρμῆς ἀγρίας τοῦ κρείττονος ἐκνικήσαντος;
10Καὶ γὰρ τὸ τίνι χρήσασθαι καὶ ποῖ τραπήσεσθαι οὐκ ἄπορον ἦν· τὸ
μὲν οὖν ἀπερικαλύπτως τὸν ἄνδρα σαφηνίσαι καὶ ἀναφράσασθαι, θωπείας καὶ ἀνελευθερίας μεστὸν ὄν, παραλείψω, τὸ δ’ εἰπεῖν ὅτι πρὸς ὃν ἡ γραφὴ κακεῖνός ἐστι, αἰδοῖ τῆς ἀρετῆς, χαλινὸν ἐπιθήσω τῇ γλώττῃ. Ὅμως πρὸς σὲ ἡ ἀποστροφή μου καί σοι τῶν ἐμῶν τρόπων τὸν λογισμὸν ἀνατίθημι·340
15θεῖος γὰρ ἔρως καὶ διάνοια εἰλικρινὴς καὶ καθαρὰ γνώμη τοῦτον ἡδρασμένον σοι ἀποδείξειεν· οὐδὲ γὰρ παλίμβουλός ἐστιν οὐδ’ ἀγοραῖος, ἀλλὰ στερρός τε καὶ πάγιος καὶ πρὸς ὃν ἔχει σχέσιν ἀμετάθετος. Δέχου τοίνυν, ὦ θεία καὶ ἱερὰ κεφαλή, τὸν ἐκ μικροῦ σπινθῆρος ἀναφυέντα μοι πυρσόν· σύναψον αὐτοῦ τοῖς πρὸς σὲ θεῖον κεκτημένοις τὸν ἔρωτα,
20ῥύθμισόν μου τὸν βίον, τὸν λόγον· ἕπεσθαι γὰρ τοῖς μόνιμον ἔχουσι τὴν ἀρετὴν ἐδιδάχθημεν. Οὐ δεῖταί σου δώρων· οὐκ ἀξιωμάτων ἕνεκα τὸ ἐμὸν εὐτελέστερον πρόθυμον, ἀλλ’ ὁμιλίας τινὸς καὶ βραχείας συντυχίας χρηστῆς καὶ προσηνοῦς· τὸ γὰρ δυσπρόσοδον καὶ δυσέντευκτον ὡς ἄγος ἀποσ‐ τρέφεται, ὡς ἂν τοῖς λειμῶσι τῶν 〈μαγ〉ικῶν σου λόγων καὶ μελιρρύτων
25ἐφιζάνων, συλλέγῃ φιλοπόνως τὸ ἄνθος καὶ μετ’ ἀκριβοῦς διανοίας ὑφαίνῃ τὰ τοῦ λόγου κηρία· οἷς γάρ ἐστι τροφὴ λόγος, τούτοις καὶ τὸ λογίοις διατρίβειν ἐπέραστον.

33

ὑπευχόμην, πατέρες καὶ ἀδελφοὶ τιμιώτατοι, καὶ τὴν ἐμὴν δι’ ὅλου μαΐου εἴσοδον γεγενῆσθαι μηνὸς πρὸς ὑμᾶς· ἀλλ’ ἐπειδὴ περιστάσεσί τέ τισι κατασχεθείς, σύγγνωτε, εἰ καὶ ὑπερήμερα καὶ ὑπέρμηνα κρατηθείην μηδὲν λυμαινομένου τοῦ σκοποῦ ἡμῶν καὶ ἀγῶνος τῆς ἀληθείας· ὅλον γὰρ ......
5ἔχετε, ἐμὲ μᾶλλον ἢ τὸ ἐμόν, φησὶ Πλάτων, εἴπερ λόγος καὶ νοῦς καὶ ψυχὴ ἐλύτρου καὶ τοῦ ὑπὸ τούτων βασταζομένου νεκροῦ πολλῷ τιμιώτερά τε καὶ
ἰσχυρότερα.341